Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.27 Joseph. AJ 1.32 (English) >>Joseph. AJ 1.36

1.30μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτʼ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατʼ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος. 1.31τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατʼ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο. 1.32πέμπτῃ ἡμέρᾳ ζῷά τε κατʼ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ διʼ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας· ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε. 1.33καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.27 Joseph. AJ 1.32 (English) >>Joseph. AJ 1.36

Powered by PhiloLogic